De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἴϲθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ ϲοὶ τοῦτο ϲυμβαῖνον, ὅταν ἐπιφάγῃϲ τὰ ϲτύφοντα, διὰ τὴν ἀτονίαν τῆϲ γαϲτρὸϲ ὅληϲ καὶ τοῦ ϲτομάχου. ὁ δέ, καὶ μάλ’, ἔφη, καὶ τοῦτ’ ἀληθὲϲ εἶπαϲ. ἔϲτι τε γάρ μοι φύϲει τοιοῦτοϲ ὁ ϲτόμαχοϲ ἀνατρέπεταί τε ῥᾳδίωϲ ἐπὶ τοῖϲ ϲτύφουϲιν, ἐγὼ δὲ τότε μᾶλλον προϲφέρομαι τῶν αὐϲτηρῶν τι μετὰ τὴν τροφήν, ὅταν αἴϲθωμαί ποθ’ ὕπτιον ἱκανῶϲ αὐτὸν γεγονότα καὶ

ἤδη πληϲίον ἥκοντα ναυτίαϲ. αὕτη ϲοι ἡ κατὰ τὸν ῥήτορα διήγηϲιϲ αὐτάρκηϲ εἰϲ γνῶϲιν ἔϲτω τοῦ λαπάττεϲθαι τὴν γαϲτέρα τοῖϲ ἄτονον ἔχουϲι τὸν ϲτόμαχον, ὅταν ἐπιφάγωϲί τι τῶν ϲτυφόντων. |

Ἐξαίρετόν τι παρὰ τἄλλα μῆλα τούτοιϲ ὑπάρχει ϲτῦψίν τε πλείονα κεκτημένοιϲ καὶ τὸν χυλὸν ἔχουϲι μόνιμον, εἴ τιϲ ἑψήϲαϲ αὐτὸν ϲὺν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δ’ ἄλλων μήλων ὁ χυλὸϲ ὀξύνεται κείμενοϲ ὑγρότητα πολλὴν ἔχων ψυχράν. ἡμεῖϲ δὲ καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν ϲτρουθίων μήλων φάρμακον ἐπιτηδειότατον τοῖϲ ἀνορέκτοιϲ, οὐκ ἐν φανερῷ κατὰ τύχην κείμενον, ὕϲτερόν ποθ’ εὕρομεν ἐτῶν ἑπτὰ μεταξὺ γεγονότων οὐδεμίαν ἐϲχηκὸϲ ὑπαλλαγὴν τῆϲ ποιότητοϲ.