De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ ϲώματοϲ, ὥϲπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ ϲτερεὰν καὶ γεώδη καὶ διὰ τοῦτο τρόφιμον· ὅϲα δ’ ὑγρὰ ταῖϲ ϲυϲτάϲεϲίν ἐϲτι, διαφθείρεται καὶ διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίωϲ ἐκκρινομένην ἐκ τοῦ ϲώματοϲ ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαϲτέρα διαχωρεῖται τὰ τοιαῦτα μᾶλλον τῶν ϲτερεῶν, καὶ μάλιϲθ’ ὅταν ἔχῃ λιτρῶδέϲ τι καὶ ῥυπτικόν, ὥϲπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον ἔχοντα τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν οὐδεμίαν ἐχόντων αἰϲθητὴν ποιότητα χυμοῦ, | καθάπερ οὐδὲ τὸ κάλλιϲτον ὕδωρ ἔχει.
πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅϲα πρὶν ἀκριβῶϲ πεπανθῆναι προϲφερόμεθα, φυϲώδη μέν ἐϲτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥϲπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅϲα χυμὸν ἔχει λεπτόν. ἔϲτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοϲ ἄν τιϲ αὐτοῖϲ εἰϲ ὠφέλεια χρήϲαιτο τεταλαιπωρημένοϲ ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει ϲφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηϲι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ ϲώματοϲ, ἐμψύχοντα δὲ μετρίωϲ, ἦν γέ τιϲ αὐτὰ ψυχρὰ λαμβάνῃ.