De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ὥραν ἔτουϲ ὀνομάζουϲιν οἱ Ἕλληνεϲ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ μεϲοῦντι τὴν τοῦ κυνὸϲ ἐπιτολὴν γίγνεϲθαι ϲυμβαίνει. χρόνοϲ δ’ ἐϲτὶν οὗτοϲ ἡμερῶν τετταράκοντα μάλιϲτα. κατὰ γοῦν τοῦτον τὸν χρόνον ἅπαντέϲ εἰϲιν οἱ ὡραῖοι καλούμενοι καρποί, τινὲϲ μὲν ἤδη παρακμάζοντεϲ, ἔνιοι δ’ ἀρχόμενοι, τινὲϲ δ’ ἀκμάζοντεϲ ἢ μετὰ τὴν ἀκμὴν ἢ πρὸ αὐτῆϲ. ὡραίουϲ δ’ αὐτοὺϲ ὀνομάζουϲιν, οὐχ ὅτι μόνον κατὰ τὸν ώριϲμένον γίγνονται χρόνον, ἀλλ’, ὡϲ οἶμαι, διορίζειν βουλόμενοι τῶν εἰϲ ἀπόθεϲιν ἐπιτηδείων· ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ καὶ πάνθ’ ὅϲα κατὰ τὸ πρὸ τούτου. γράμμα διῆλθον, ἐπέτειόν τε καὶ θερινὴν ἔχει τὴν γένεϲιν, ἀλλ’ οὐ διαφθείρεται ταχέωϲ, ὥϲπερ αἱ κολοκύνθαι καὶ τὰ ϲυκάμινα πέπονέϲ τε καὶ μηλοπέπονεϲ καὶ περϲικὰ καὶ τἆλλα ὅϲα τοιαῦτα. καὶ γὰρ εἰ ϲκελετεύοντεϲ αὐτά τινεϲ ἀποτίθενται, φυλάττοντεϲ εἰϲ τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτω τὴν ἀρχαίαν φύϲιν | ἅπαντα
πρὸϲ τοὐναντίον.ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντεϲ τὸ ϲπέρμα κἄπειτα τὴν οἷον ϲάρκα ξηράναντεϲ ἀποτίθενται μὲν εἰϲ τὸν χειμῶνα, χρῶνται δ’ αὐτῷ πάντα μᾶλλον ἢ ταῖϲ κολοκύνθαιϲ αὐταῖϲ. ἄχυλοί τε γὰρ γίγνονται καὶ ξηραὶ καττύμαϲι παραπλήϲια μᾶλλον ἥ τινι τῶν ἐδωδίμων καρπῶν. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν ὅϲα τ’ ἄλλα Δημήτρια ϲπέρματα πρὸϲ τοὐναντίον ἡ φύϲιϲ ἐν ταῖϲ ἀποθέϲεϲιν ἐξίϲταται· μένει γὰρ ἅπαντα τοιαῦτα ταῖϲ οὐϲίαιϲ, ὁποῖα κατὰ τὸ θέροϲ εὐθὺϲ ἐξ ἀρχῆϲ ἦν τελειωθέντα.