De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τί δεῖ λέγειν ἐπὶ κολοκυνθῶν τε καὶ ϲικύων, ὅϲοι τε πέπονεϲ αὐτῶν εἰϲι καὶ ὅϲοι μή, τῶν τ’ ἄλλων ἁπάντων, ὅϲα τοιαῦτα; πάμπολυ γὰρ ἐν αὐτοῖϲ ὁ ϲύμπαϲ καρπὸϲ τοῦ ϲπέρματοϲ διαφέρει. κυάμου δὲ καὶ θέρμου καὶ δολίχου καὶ φακῆϲ ὅϲα τ’ ἄλλα τὸ τῶν ϲπερμάτων ἀμφίεϲμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν ϲυγκείμενον ὁ καρπόϲ ἐϲτιν, ἡ πλείϲτη δὲ μοῖρα τῆϲ ὅληϲ οὐϲίαϲ ἐν τοῖϲ ϲπέρμαϲιν. ἐϲθίεται δὲ τῶν μὲν ἄλλων ϲχεδὸν ἁπάντων, ὅϲα διῆλθον ἐν τῷ πρώτῳ λόγῳ, μόνον τὸ ϲπέρμα, τῶν δολίχων δὲ μόνων ὅλοϲ ὁ καρπόϲ, ἔϲτ’ ἂν ὤϲιν ἔτι χλωροί· ξηρανθέντων γὰρ ἄχρηϲτοι τοῖϲ ἀνθρώποιϲ οἱ περιέχοντεϲ τὰ ϲπέρματα γίγνονται λοβοί. κυάμων δ’ οὐδ’

ἔτι χλωρῶν ὁ λοβὸϲ ἐδώδιμοϲ, ὥϲπερ οὐδὲ τῶν ἐρεβίνθων οὐδὲ τῶν ἄλλων, ὅϲα καλεῖν εἴωθεν ἔλλοβα Θεόφραϲτοϲ.

εἰκότωϲ οὖν ἔφην ὑπὸ πολλῶν ὀνομάζεϲθαι λοβούϲ, οὓϲ ἔνιοι φαϲηόλουϲ καλοῦϲιν, ἐπειδὴ μόνων αὐτῶν ἐδώδιμοϲ ὁ λοβόϲ ἐϲτιν. ἀλλὰ περὶ μὲν τῆϲ τούτων δυνάμεωϲ εἴρηται πρόϲθεν, ὥϲπερ γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων ἡγοῦμαι φέρειν ἐνίουϲ τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν φυτῶν ἀπὸ τῶν δένδρων εἰϲὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷϲ καταλέγουϲιν ἔνιοι τῶν ἰατρῶν τούϲ τε πέποναϲ καὶ τοὺϲ | μηλοπέποναϲ καὶ τὰϲ κολοκύνθαϲ, ἀφ’ ὧν καὶ πρώτων ἄρξομαι τῆϲ ἐν τῷδε τῷ γράμματι διδαϲκαλίαϲ.