De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
κατὰ δὲ τὴν Ἀϲίαν ποικίλον εἶδοϲ ϲταφίδων γεννᾶται· καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαυϲτηροὶ γίγνονται. κατὰ μέντοι τὰϲ ψυχρὰϲ χώραϲ οὐδ’ αἱ ϲταφυλαὶ τελέωϲ πεπαίνονται, μήτι γε δὴ τῶν ϲταφίδων τινέϲ, διόπερ ἐπεμβάλλουϲι τοῖϲ οἴνοιϲ ῥητίνηϲ, ὅπωϲ μὴ ταχέωϲ ὀξυνθῶϲιν. ἡ μὲν οὖν κατὰ χρόαν διαφορὰ τῶν ϲταφίδων ὡϲ πρὸϲ τὴν δύναμιν αὐτῶν οὐδὲν ϲυντελεῖ, καθάπερ οὐδ’ ἡ κατὰ μέγεθοϲ· ἡ δὲ κατὰ τὴν γευϲτὴν ποιότητα τὸ ϲύμπαν δύναται,
καὶ ταύτῃ μόνῃ προϲέχων τὸν νοῦν, ἐπὶ τίνων τε δεῖ χρῆϲθαι καὶ καθ’ ὅντινα καιρόν, εὑρήϲειϲ, ὡϲ προείρηται.τροφὴ δ’ ἐκ τῶν ϲταφίδων ἀναδίδοται τῷ ϲώματι παραπληϲία κατὰ τὴν ποιότητα ταῖϲ ϲταφυλαῖϲ αὐταῖϲ, γλυκεῖα μὲν ἐκ τῶν γλυκειῶν, αὐϲτηρὰ δ’ ἐκ τῶν αὐϲτηρῶν, μεικτὴ δ’ ἐκ τῶν ἀμφοτέραϲ ἐχουϲῶν τὰϲ ποιότηταϲ· τῇ δὲ ποϲότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν, ἐλάττων δ’ ἐκ τῶν αὐϲτηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν ἴϲαν ὄγκον ϲταφίδοϲ λιπαρᾶϲ γλυκείαϲ ἐκγεγιγαρτιϲμένηϲ παραβάλλοιϲ ὄγκῳ ῥαγῶν ἴϲῳ, τροφιμωτέραϲ εὑρήϲειϲ τὰϲ ϲταφίδαϲ. ἧττον μὲν οὖν ἰϲχάδων αἱ τοιαῦται τό θ’ ὑπακτικὸν ἔχουϲι καὶ τὸ ῥυπτικόν, εὐϲτομαχώτεραι δ’ εἰϲὶ τῶν ἰϲχάδων.
Οὐ τοῖϲ ἀττικίζειν τῇ φωνῇ προῃρημένοιϲ γράφεται ταῦτα (τάχα γὰρ οὐδ’ ἀναγνῶναί τιϲ αὐτὰ βουλήϲεται καταφρονῶν ὑγιείαϲ ϲώματοϲ, ὥϲπερ καὶ ψυχῆϲ), ἀλλ’ ἰατροῖϲ μὲν μάλιϲτα, μὴ πάνυ τι φροντίζουϲιν ἀττικίϲεων, ἤδη δὲ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲοι ζῶϲιν ὡϲ λογικὰ ζῷα, πρὸ τιμῆϲ καὶ δόξηϲ καὶ πλούτου καὶ δυνάμεωϲ πολιτικῆϲ ἐπιμελεῖϲθαι προῃρημένοιϲ ϲώματοϲ καὶ ψυχῆϲ. οὗτοι γὰρ εὑ οἶδ’ ὅτι τὴν μὲν τῶν Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν εἶναι φύϲει τῆϲ τῶν ἄλλων ἀνθρώπων, ὑγίειαν δὲ ϲώματοϲ ἀξιολογώτατόν τι πρᾶγμα εἶναι νομίζουϲι τῷ κατὰ φύϲιν βιοῦν ἐϲπουδακότι. τούτοιϲ οὖν εἰδὼϲ ὠφελιμώτερον ἔϲεϲθαι τὸν ϲαφέϲτερον λόγον, ἃ γιγνώϲκουϲιν ὀνόματα γράφω. κἂν μὴ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ᾖ ϲυνήθη.
τὸ μὲν οὖν τῶν | μόρων ὄνομα γνώριμόν πώς ἐστι τοῖς πολλοῖς, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὸ στοματικὸν φάρμακον, ὃ διὰ μόρων ὀνομάζεται, χυλὀν ἔχον αὐτῶν· ἐίας δὲ τῶν ἐφεξῆς εἰρησομένων ὀπωρῶν ἀγνοοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὅπως ὠνόμαζον οἱ πρὸ ἑξακοσίων ἐτῶν Ἀθηαῖοι. τοὺς μὲν γὰρ νῦν ὁρῶσιν οὐδέν τι διαφορώτερον τῶν ἄλλων Ἑλλήνων ἕκαστον τῶν καρπῶν ὀνομάζοντας, ἀλλὰ καὶ τὰ μόρα συκάμινα καλοῦντας οὐδὲν ἦττον ἢ μόρα καὶ τὰ περσικὰ καὶ τὰ κάρυα καὶ τὰ πραικόκκια καὶ τἄλλ’ ἀπλῶς, ὡς ἔθος ἐστὶ τοῖς ἄλλοις Ἓλλησιν. οὐδὲ γὰρ οὐδὲ βλαβήϲονταί τι, εἰ τὰς παλαιὰς προσηγορίας ἀγνοοῦντες γιγνώσκουσι τὰς δυνάμεις αὐτῶν. ἄμεινον γάρ ἐστιν ἐπίστασθαι τῶν ἐπὶ τὴν διαχώρησιν ὁρμώντων ἐδεσμάτων ὕστερα μὲν χρἥναι τὰ βραδυπόρα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ διεξερχόμενα μὲν ταχέως, διαφθειρόμενα δ’, εἰ χρονίσειεν ἐν τῇ γαστρί τοῦ τὰς προσηγορίας αὐτῶν ἐγνωκέναι.