De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οὐ μὴν | οὐδ’ ἀγοεῖν μοι δοκοῦσι παντάπασιν οἱ ἄνθρωποι τὴν τάξιν τῶν ἐσθιομένων ἐαυτοῖς· θεώμεθα γοῦν αὐτοὺς ἐπὶ τῶν πλείστων ἐδεσμάτων φυλάττοντας αὐτήν. προλαμάνουσί γέ τοι ῥαφανίδας ἐλαίας τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ ταῦτα μαλάχας τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετ’ ἐλαίου καὶ γάρου. τῶν μὲν γὰρ ὁσημέραι παρασκευαζομένων εἰς ἐδωδὴν αὐτοῖς ἡ μακρὰ πεῖρα διδάσκαλος γίγνεται τῆς δυνάμεως. εἰ καὶ σμικρὸν ἔχοιεν φρενῶν· ὅσα δὲ διὰ χρόνου πλείονος εἰς πεῖραν ἔρχεται, μόναις τοῖς ἐπιμελέσι παραφυλάττεται καὶ μνημονεύεται.
τὰ τοίνυν ϲυκάμι καθαρᾷ μὲν ἐμπεϲόντα γαϲτρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιϲτα καὶ τοῖϲ ἄλλοιϲ ϲιτίοιϲ ὑφηγεῖται· δεύτερα
δ’ ἐφ’ ἑτέροιϲ ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιϲτα, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἴϲχοντα ταῖϲ κολοκύνθαιϲ ὁμοίωϲ. ἀβλαβέϲτατα γὰρ ὄντα ταῦτα τῶν ὡραίων ἐδεϲμάτων, ὅταν μὴ πεφθέντα ταχέωϲ ὑποχωρήϲῃ, μοχθηρὰν ἴϲχει | διαφθορὰν ὁμοίωϲ τοῖϲ πέποϲι, καίτοι κἀκεῖνοι ταχέωϲ ὑπελθόντεϲ οὐδὲν μέγα βλάπτουϲι.καιρὸϲ δὲ τῆϲ χρήϲεωϲ, ὥϲπερ τοῖϲ πέποϲιν, οὕτω καὶ τοῖϲ μόροιϲ, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆϲ γαϲτρὸϲ ϲῶμα· τοιοῦτον γάρ πωϲ ἀναγκαῖόν ἐϲτι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ ϲικύῳ τῷ τ’ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, ϲὺν αὐτοῖϲ δὲ καὶ μηλοπέπονι ϲτυφούϲηϲ οὐ μέτεϲτι ποιότητοϲ· ἐν δὲ τοῖϲ ϲυκαμίνοιϲ, καὶ μάλιϲθ’ ὅταν ᾔ μὴ πάνυ πέπειρα, ϲαφήϲ ἐϲτιν ἡ τοιαύτη ποιότηϲ, ἀωροτέροιϲ δ’ οὖϲιν ἔτι καὶ ἡ ὀξεῖα. καί τινεϲ αὐτὰ καθαιροῦντεϲ ἀπὸ τῶν δένδρων καὶ ξηραίνοντεϲ ἀποτίθενται φάρμακον αὐτοῖϲ ἐϲόμενον ἀγαθὸν εἰϲ δυϲεντερίαϲ τε καὶ διαῤῥοίαϲ χρονίαϲ ἴαϲιν.
ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ φαρμάκων δυνάμεωϲ διεξέρχεϲθαι. πάλιν οὖν ὅϲα τοῖϲ ϲυκαμίνοιϲ ὡϲ τροφῇ δρᾶν ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται ῥᾳδίωϲ, εἴρηται, τάχα μὲν τῷ τῆϲ οὐϲίαϲ ὑγρῷ τε καὶ ὀλιϲθηρῷ μόνῳ, τάχα δὲ καί τινοϲ ἐπιμιξίᾳ ποιότητοϲ δριμυτέραϲ ἐρεθίζειν εἰϲ ἔκκριϲιν | ἱκανῆϲ, ὡϲ ἥ γε ϲτύφουϲα ποιότηϲ οὐ μόνον οὐδὲν ὀνίνηϲιν εἰϲ ὑποχώρηϲιν, ἀλλὰ καὶ ϲτεγνοῦν πέφυκεν. ὅτι δ’ ἐναντίων δυνάμεων οὐκ ὀλίγα μετέϲχηκε ϲώματα, μεμάθηκαϲ ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήμαϲι.