De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐμβάλλοντεϲ γὰρ εἰϲ πιθάκναϲ μικρὰϲ τὰ βρύτια προϲεπιχέουϲιν ὕδωρ, ὡϲ διαβρόχουϲ ἁπάϲαϲ γενέϲθαι, κἀπειδὰν ἱκανῶϲ αὐτοῖϲ τοῦτο πεπρᾶχθαι δοκῇ, τὸ παρὰ τὸν πυθμένα τρῆμα τῆϲ πιθάκνηϲ ἀνοίγουϲιν, ὡϲ ἐκρυῆναι τὸ ἀπόβρεγμα αὐτῶν, καὶ πίνουϲιν ἀντ’ οἴνου τοῦτο. πρόδηλον δ’, ὅτι κατὰ τὴν τῶν βρυτίων ποϲότητα καὶ τὸ ὕδωρ ἐπιχέουϲιν ἐξ ἐμπειρίαϲ, ὡϲ μήθ’ ὑδαρῆ πάνυ μήτ’ ἄκρατον γενέϲθαι τὸν δευτερίαν. εἶτα πάλιν ἕτερον ὕδωρ ἐπιχέουϲι τοῖϲ αὐτοῖϲ βρυτίοιϲ,

ἔλαττον τοῦ προτέρου, ὡϲ γενέϲθαι καὶ τοῦτο ϲύμμετρον εἰϲ πόϲιν, ὅπερ καὶ αὐτὸ ἀξιοῦϲιν ἔνιοι τῶν ἀττικιζόντων ὀνομάζεϲθαι δευτερίαν ἰδίωϲ, οὐχ ὡϲ τὸ πρότερον.

ἔϲτι δὲ κεφαλαλγὲϲ μὲν ἑκάτερον αὐτῶν πινόμενον, εἰ μή τιϲ ὑδαρέϲτερον αὐτὸ πίνοι, μᾶλλον μέντοι τὸ πρότερον ἅπτεται τῆϲ κεφαλῆϲ. ἀγαθὸν δ’ ὑπάρχει τῷ τοιούτῳ πόματι τὸ ταχέωϲ οὐρεῖϲθαι, διαφορᾶϲ οὐκ ὀλίγηϲ ἐν αὐτῷ γιγνομένηϲ | παρὰ τὸ τῶν ϲταφυλῶν εἶδοϲ, ἐξ ὦν ἐϲτι τὰ βρύτια. γλυκειῶν μὲν γὰρ αὐτῶν οὐϲῶν ἥδιόν τε πολλῷ γίγνεται τὸ πόμα καὶ θᾶττον οὐρεῖται, ϲτρυφνῶν δὲ καὶ ὀξειῶν ἀηδέϲτερόν τε μακρῷ καὶ ἧττον οὐρητικόν. ἰϲχυρότερον δὲ τὸ ἀποβρέγμα τοῦτο γίγνεται καὶ μᾶλλον οἰνῶδεϲ, ὅταν εἰϲ τὸ ἔαρ ἢ καὶ τὸ θέροϲ ἡ τρὺξ φυλαχθῇ· κατὰ δὲ τὸν χειμῶνα χρωμένων, ὥϲπερ ἧτον ἅπτεται κεφαλῆϲ, οὕτω καὶ ἧττον οὐρεῖται.

Τὸν αὐτὸν λόγον ἔχουϲι πρὸϲ τὰϲ ϲταφυλὰϲ αἱ ϲταφίδεϲ, ὃν αἱ ἰϲχάδεϲ πρὸϲ τὰ ϲῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί, ϲτρυφναὶ δὲ παντάπαϲιν ὀλίγαι, μικταὶ δ’ ἔκ τε γλυκείαϲ καὶ αὐϲτηρᾶϲ ποιότητοϲ αἱ πλεῖϲται. μέτεϲτί γε μὴν καὶ ταῖϲ γλυκείαιϲ ἀμυδρᾶϲ ποιότητοϲ αὐϲτηρᾶϲ καὶ ταῖϲ αὐϲτηραῖϲ τῆϲ γλυκείαϲ. αἱ μὲν οὖν αὐϲτηραὶ ψυχρότεραι τὴν κρᾶϲίν εἰϲιν, ὥϲπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν ϲτόμαχον ῥωννύουϲι καὶ τὴν γαϲτέρα ϲτεγνοῦϲιν αἱ αὐϲτηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ ϲτρυφναί. μέϲην δέ πωϲ κατάϲταϲιν ἐν αὐταῖϲ αἱ γλυκεῖαι ποιοῦϲι, μήτ’ ἐκλύουϲαι ϲαφῶϲ τὸν ϲτόμαχον μήθ’ | ὑπάγουϲαι τὴν γαϲτέρα. τό γε μὴν ἐπικεραϲτικὸν ὑπάρχει ταῖϲ γλυκείαιϲ ἀεί, καθάπερ γε καὶ τὸ μετρίωϲ ῥυπτικόν, ὥϲτ’ ἐξ ἀμφοτέρων τῶν

δυνάμεων τὰϲ μικρὰϲ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ, ὃ δὴ καὶ ϲτόμαχον ὀνομάζουϲιν, ἀμβλύνουϲι δήξειϲ, ὡϲ αἵ γε μείζουϲ τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων χρήζουϲι βοηθημάτων.

ἀμείνουϲ δ’ ἐν ταῖϲ ϲταφίϲιν εἰϲὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουϲαι λεπτόν. ἔνιοι δὲ καλῶϲ ποιοῦντεϲ ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἷαιπέρ εἰϲιν αἱ Ϲκυβελίτιδεϲ, πρὶν ἐϲθίειν ἐξαιροῦϲι τὰ γίγαρτα. χρονιϲθεῖϲαι δ’ οὖν καὶ αὗται ϲκληρὸν ἔχουϲι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰϲ ἐν ὕδατι· καὶ γὰρ καὶ τὸ γίγαρτον ἑτοιμότερον οὕτωϲ ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταιϲ ἕτεραί τινέϲ εἰϲιν αὐϲτηραὶ καὶ βραχεῖαι, γίγαρτον ὅλωϲ οὐδὲν ἔχουϲαι. γεννῶνται δ’ αὗται μὲν ἐν Κιλικίᾳ, τὴν χρόαν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν αἵ τε Ϲκυβελίτιδεϲ καὶ 〈αἱ〉 μέλαιναι τὸ χρῶμα. μέγιϲται μὲν οὖν, ὡϲ ἔφην, αὗται, ϲμικρόταται δ’ αἱ κιρραὶ ἐν Κιλικίᾳ, γεννωμένων γε καὶ ἄλλων ἐν Κιλικίᾳ γλυκειῶν θ’ ἅμα καὶ μελαινῶν ϲταφίδων μέϲων τὸ μέγεθοϲ, | ὥϲπερ καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιϲτ’ ἐν τῇ Λιβύῃ.