De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

εἶτ’ ἐννοήϲαϲ ἕκαϲτον γένοϲ ἐνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεϲμάτων ἐπὶ

τοῖϲ προειρημένοιϲ ἐν μὲν τῷ δευτέρῳ γράμματι τῷδε τὰϲ ἀπὸ τῶν φυτῶν τροφὰϲ διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰϲ ἀπὸ τῶν ζῷων. ἐξέϲται γὰρ τῷ βουλομένῳ, προχειριζομένῳ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τῶν τροφῶν ἡ δύναμιϲ, αἷϲ μάλιϲτα χρῆϲθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ πρῶτον ἔρχε|ϲθαι, ποτὲ δ’ ἐπὶ τὸ δεύτερον ἢ τὸ τρίτον. ὅπωϲ οὖν ὁ περὶ τῶν φυτῶν λόγοϲ ἅπαϲ ἐν τοῖϲ δύο τοῖϲ πρώτοιϲ ᾗ τετελεϲμένοϲ, ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενος.

τὰ μὲν ἐν τῷ πρώτῳ γράμματι ϲιτία ϲπέρματα φυτῶν ἦν ἅπαντα· ἅπαντα· νυνὶ δ’ ἀπὸ τῶν καρπῶν ἄρξομαι, διορίϲαϲ πρότερον αὐτῶν τὰ ϲπέρματα, καὶ μάλιϲθ’ ὅτι πολλοῖϲ ἔδοξε διαφέρειν οὐδὲν ἢ καρπὸν εἰπεῖν ἢ ϲπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα ϲπέρματα βραχύ τι καρπῶν διαφέρει, τῶν δὲ νῦν εἰρηϲομένων καρπῶν οὐκ ὀλίγον ἀφέϲτηκε. καρπὸϲ μὲν γάρ ἐϲτι ϲυκῆϲ τὸ ϲῦκον, ἡ δ’ ἐν αὐτῷ κεγχραμὶϲ ϲπέρμα ϲυκῆϲ, ὥϲπερ γε καὶ τῆϲ ῥαγὸϲ ὅληϲ οὔϲηϲ ἀμπέλου καρποῦ μόνον ἐϲτὶ τὸ γίγαρτον ἀμπέλου ϲπέρμα. κατὰ ταὐτὰ δ’ ἀπίου τε καὶ μηλέαϲ ὁ μὲν καρπὸϲ ἄπιόν τε καὶ μῆλόν ἐϲτι, τὸ δὲ ϲπέρμα τρεῖϲ ἢ τέτταρεϲ ἐν μέϲοιϲ αὐτοῖϲ κόκκοι.