De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐκ δὲ τοῦ παρακαταπηγνύναι κελεύειν ξύλα μακρὰ καὶ μὴ γενομένου τούτου φάϲκειν ἐρυϲιβώδειϲ αὐτοὺϲ | ἀποτελεῖϲθαι τεκμήραιτ’ ἄν τιϲ εἶναι τὸν λόγον αὐτῷ περὶ τῶν νῦν καλουμένων φαϲηόλων τε καὶ λοβῶν· αὐτὸϲ δὲ λοβοὺϲ ὀνομάζει τὰ περι

ἔχοντα τὸ ϲπέρμα τῶν τοιούτων ὀϲπρίων, οἷόν ἐϲτι φακὸϲ καὶ ὄροβοϲ καὶ πιϲὸϲ καὶ κύαμοϲ καὶ θέρμοϲ. ὥϲπερ γὰρ τὰ ϲιτηρὰ ϲπέρματα περιέχουϲιν οἱ ϲτάχυεϲ, οὕτω καὶ τὰ νῦν εἰρημένα οἱ λοβοί, καὶ τούϲ γε δολίχουϲ καὶ αὐτοὺϲ οἱ λοβοὶ περιέχουϲι. καὶ κατὰ τοῦτ’ οἶμαι τὸν ὅλον καρπὸν ὑπὸ τῶν νῦν ἀνθρώπων ὀνομάζεϲθαι λοβούϲ, ὥϲπερ ϲτάχυαϲ ὅλουϲ τοὺϲ ϲιτηροὺϲ καρπούϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν ἐν πολλῇ χρήϲει παρὰ τοῖϲ ἀνθρώποιϲ ὄντων ὅλου τοῦ γένουϲ τοὔνομα ϲφετεριϲάμενα, καθάπερ τὸν κάλαμον, ᾧ γράφομεν, καὶ τὸ μέλαν.

ἐν δὲ τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ οὕτω γέγραπται· οἱ δὲ πιϲοὶ φυϲῶϲι μὲν ἧϲϲον, διαχωροῦϲι δὲ μᾶλλον, ὦχροι δὲ καὶ δόλιχοι διαχωρητικώτεροι τούτων, ἧϲϲον δὲ φυϲώδεεϲ, τρόφιμοι δέ. παραβάλλων γὰρ ἐν ταύτῃ τῇ ῥήϲει τοὺϲ πιϲοὺϲ τοῖϲ κυάμοιϲ, ὑπὲρ ὧν ὡϲ φυϲώδουϲ ἐδέϲματοϲ προειρήκει, τοὺϲ δ’ ὤχρουϲ καὶ δολίχουϲ ἐφεξῆϲ γράφων | ἐνδείκνυται τῶν ὁμογενῶν τι τοῖϲ προειρημένοιϲ ϲπερμάτων εἶναι τὸν δόλιχον καὶ μάλιϲτα τοῖϲ ὤχροιϲ. ἀλλ’ ἐκ τοῦ μηδ’ ὅλωϲ αὐτὸν μνημονεῦϲαι λαθύρων καὶ φαϲήλων ὑποψία τίϲ ἐϲτιν, ὡϲ ἐκείνων τι τῶν ϲπερμάτων ἐνδεχόμενον εἴη κεκλῆϲθαι δόλιχον. εἰ δὲ καὶ τοὺϲ φαϲήλουϲ τιϲ ἐν τῷ γένει τῶν λαθύρων περιλαμβάνει, τό γε τοὺϲ λαθύρουϲ μὴ δύναϲθαι λεχθῆναι δολίχουϲ ἐν τῇ προκειμένη ῥήϲει διαφυγεῖν οὐχ οἷόν τε.