De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων, ὅϲα τῶν τρεφόντων ἡμᾶϲ ϲπερμάτων ἐϲτὶν ὀνόματα, γέγραπται δὲ κὰν τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ, ὑπὲρ οὖ καὶ | πρόϲθεν ἤδη διῆλθον. ἡγοῦμαι δ’ αὐτοὺϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ τῶν πολλῶν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν διττῶϲ. ἔνιοι μὲν γὰρ λοβούϲ, ἔνιοι δὲ φαϲηόλουϲ ὀνομάζουϲιν αὐτοὺϲ διὰ τεττάρων ϲυλλαβῶν τὴν φωνὴν προφερόμενοι καὶ κατὰ τοῦτο ποιοῦντεϲ ἕτερον ὄνομα τοῦ διὰ τριῶν ϲυλλαβῶν λεγομένου φαϲήλου. τινὲϲ δὲ τὸν αὐτὸν εἶναι λέγουϲι τὸν φάϲηλον τῷ λαθύρῳ, τινὲϲ δ’ εἶδοϲ αὐτοῦ.
τούϲ γε μὴν δολίχουϲ τεκμήραιτ’ ἄν τιϲ ὀνομάζεϲθαι τὰ κηπευόμενα ταυτὶ φυτὰ κἀξ ὧν ὁ Θεόφραϲτοϲ ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ Περὶ φυτῶν ἱϲτορίαϲ. ἔχει δ’ ἡ λέξιϲ ὧδε· καὶ τὰ μέν ἐϲτιν ὀρθόκαυλα, καθάπερ πυρὸϲ καὶ κριθὴ καὶ ὅλωϲ τὰ ϲιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοϲ ὄροβοϲ φακόϲ· τὰ δ’ ἐπιγειόκαυλα, καθάπερ ὦχρὸϲ πιϲὸϲ λάθυροϲ. ὁ δὲ δόλιχοϲ, ἐὰν παρακαταπήξῃ τιϲ ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοϲ, εἰ δὲ μὴ, φαῦλοϲ και ἐρυϲιβώδηϲ.