De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Διοκλῆϲ δ’ ἐν τῷ τῶν ὀϲπρίων καταλόγῳ κυάμουϲ πρῶτον εἰπών. εἶτα πιϲούϲ, ἐφεξῆϲ γράφει κατὰ λέξιν οὕτω· δόλιχοι δὲ τρέφουϲι μὲν οὐχ ἧττον τῶν πιϲῶν, ἄφυϲοι δ’ εἰϲὶ παραπληϲίωϲ, πρὸϲ ἡδονὴν δὲ καὶ διαχώρηϲιν χείρουϲ. ἀλλὰ καὶ οὖτοϲ ἐφεξῆϲ ὤχρων μὲν καὶ φακῶν ἐρεβίνθων τε καὶ ὀρόβων μνημονεύϲαϲ, παραλιπὼν δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν παρέχει. καί τιϲ δύναται λέγειν. ἐν εἶναι γένοϲ ταῦτα πάντα, λαθύρουϲ ὤχρουϲ φαϲήλουϲ, ὀνόμαϲι. πλείοϲι κεχρημένα, τάχα μὲν ὡϲ κίων καὶ ϲτῦλοϲ, ἴϲωϲ δὲ καὶ κατὰ

τιναϲ ἐμφαίνομέναϲ αὐτοῖϲ διαφοράϲ.

ἀλλὰ τό γε τοὺϲ δολίχουϲ οὐχ ἧττόν τε τῶν πιϲῶν τρέφειν ἀφύϲουϲ τ’ εἶναι παραπληϲίωϲ ἐκείνοιϲ ἐνδεικτικόν ἐϲτι τοῦ κεκληκέναι τὸν Διοκλέα τοὺϲ νῦν ὀνομαζομένουϲ φαϲηόλουϲ οὕτωϲ. ὁ γάρ τοι λάθυροϲ οὔκ ἐϲτιν ἀφυϲότεροϲ πιϲοῦ καθάπερ οὐδ’ ὦχροϲ οὐδὲ φάϲηλοϲ, εἴθ’ ἕν γένοϲ ἐϲτίν, ὡϲ ἔφην, εἴτε καὶ διαφοραί τινεϲ ἐνὸϲ γένουϲ ταῦτα