De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
χρῶνται δ’ ἐρεβίνθοιϲ οἱ ἄνθρωποι καὶ πρὸ | τοῦ πεπανθῆναι, χλωροῖϲ ἔτι, καθάπερ καὶ τοῖϲ κυάμοιϲ. εἴρηται δ’ ἀρτίωϲ ὁ κοινὸϲ λόγοϲ ἁπάντων τῶν ἀτελῶν καρπῶν, ἔνθα περὶ τῶν κυάμων ὁ λόγοϲ ἦν ὡϲαύτωϲ δὲ καὶ περὶ τῶν φρυγομένων ἐρεβίνθων ἀκηκοέναι νόμιζε τοῖϲ εἰρημένοιϲ ἐπὶ τῶν φρυγομένων κυάμων. ἅπαντα γὰρ τὰ φρυγόμενα τὸ μὲν φυϲῶδεϲ ἀποτίθεται, δυϲπεπτότερα δὲ καὶ ϲταλτικώτερα γίγνεται καὶ τροφὴν παχυτέραν δίδωϲι τῷ ϲώματι.
Ἴϲμεν δήπου καὶ τοῦτο τὸ ϲπέρμα πολύχρηϲτον εἶναι κατὰ θάτε- ρον ϲημαινόμενον τῆϲ πολύχρηϲτον φωνῆϲ· ὀνομάζεται γὰρ οὕτω τό τε πολλαῖϲ τοῦ ϲώματοϲ ἁρμόττον διαθέϲεϲι |τό τε πᾶϲιν ἀνθρώποιϲ ἡ τοῖϲ πλείϲτοιϲ χρήϲιμον, εἰ καὶ πρὸϲ μίαν ἰδέαν χρείαϲ ἅπαντεϲ αὺτοῦ δέοιντο. κατὰ τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον ϲημαινόμενον ὁ θέρμοϲ ἐϲτὶ πολύχρηϲτον ὄϲπριον. ἑψόμενοϲ γάρ, εἶτ’ ἀποβρεχόμενοϲ ἐν ὕδατι γλυκεῖ, μέχριϲ ἂν ἀπόθηται πᾶϲαν εἰϲ αὐτὸ τὴν ϲύμφυτον ἀηδίαν, οὕτωϲ ἐϲθίεται διὰ γάρου τε καὶ ὀξυγάρου καὶ χωρὶϲ τούτων ἁλϲὶ μετρίοιϲ ἡδυνό μενοϲ, οὐχ ὥϲπερ ἢ τε κριθὴ καὶ ἄλλ’ ἅττα πολυειδῶϲ ϲκευαζόμενα.
ἔϲτι δὲ ϲκληρὸϲ καὶ γεώδηϲ τὴν οὐϲίαν, ὥϲτ’ ἀνάγκη δύϲπεπτόν τ’ αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶϲ ἐν ταῖϲ φλεψὶ κατεργαϲθέντοϲ ὁ καλούμενοϲ ἰδίωϲ ὠμὸϲ ἀθροίζεται χυμόϲ. ἐπεὶ δὲ κατὰ τὴν ϲκευαϲίαν ἀποτιθέμενοϲ ὅϲον εἲχε φύϲει
πικρὸν ὅμοιοϲ γίγνεται τοῖϲ ἀποίοιϲ ὡϲ πρὸϲ αἴϲθηϲιν, εὔλογόν ἐϲτιν μήτ’ εἰϲ διαχώρηϲιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν μήτ’ εἰϲ ἐπίϲχεϲιν ῥεούϲηϲ γαϲτρόϲ, ὡϲ τὰ ϲτύφοντα, βραδυπόρον δὲ καὶ δυϲυποβίβαϲτον καὶ δυϲδιέξοδον εἰκότωϲ γίγνεϲθαι. καλοῦϲι γὰρ οὕτωϲ οἱ ἰατροὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, ὅϲα μηδεμίαν ἐξέχουϲαν ἔχει ποιότητα τὴν παροξύνειν εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἢ κωλύειν ἐκκρίνειν δυναμένην.ἐκεῖναι μὲν οὖν οὐχ ὡϲ τροφαῖϲ αὐτοῖς ὑπάρχουϲιν, ἀλλ’ ὡϲ φαρμάκοιϲ. ὅϲα δ’ οὐδεμίαν ἔχει ϲαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωϲ ὑπὸ τῶν ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρότητι καὶ παχύτητι καὶ γλιϲχρότητι διαφορὰν ἢ ταχυπόροιϲ | αὐτοῖϲ ἢ βραδυπόροιϲ ἢ μέϲοιϲ τούτων εἶναι ϲυμβέβηκε, τοῖϲ μὲν ὑγροῖϲ καὶ ὀλιϲθηροῖϲ ταχυπόροιϲ, τοῖϲ ξηροῖϲ δὲ καὶ ϲκληροῖϲ, ὥϲπερ ὁ θέρμοϲ, ἔμπαλιν. ὅϲα δὲ μεταξὺ τούτων ἐϲτὶ κατὰ τὰϲ εἰρημέναϲ διαφοράϲ, οὔτε τάχοϲ ἐπίϲημον οὔτε βραδυτῆτα διαχωρήϲεωϲ ἐργάζεται. καθάπερ οὖν ταῦτα περὶ πάντων ἐπίϲταϲθαι προϲήκει κοινῇ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τάδε.
τὰ μὲν ὑγρότερα ταῖϲ ϲυϲτάϲεϲιν ἅπαντα βραχεῖαν τροφὴν δίδωϲι τῷ ϲώματι καὶ ταχέωϲ ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡϲ ἑτέραϲ αὖθιϲ οὐ διὰ μακροῦ δεῖϲθαι, τὰ δὲ ϲκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυϲδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεϲ ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτ’ ἐναργῶϲ ἀποτελεῖ, πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖϲ τοιούτοιϲ οὐκ εὐπετέϲ, ὥϲπερ γ’ οὐδ’ εἰϲ αἷμα μεταβαλεῖν οὐδ’ ἐξομοιωθῆναι τοῖϲ ϲτερεοῖϲ τοῦ ζώου μορίοιϲ· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωϲ· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργαϲθῇ, τροφὴν πολλὴν δίδωϲι τῷ ϲώματι.
Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκεραϲ, ἔνιοι δ’ αἰγόκεραϲ ὀνομάζουϲι τὸ ϲπέρμα τοῦτο. τῶν θερμαινόντων δ’ ἐϲτὶ φανερῶϲ, τὴν αὐτὴν
χρείαν παρέχον εἰϲ ἐδωδὴν τοῖϲ ἀνθρώποιϲ, ἥνπερ οἱ θέρμοι. προϲλαμβάνουϲι γὰρ αὐτὸ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα, καὶ πολύ γε θέρμων εἰϲ τοῦτ’ ἐϲτὶν ἐπιτηδειότερον, οὐδὲν ἐκ τῆϲ οἰκείαϲ οὐϲίαϲ ἔχον δυϲδιέξοδον.ἐϲθίεται δὲ καὶ δι’ ὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ ἡ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιϲ καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.
ἐϲθίεται δὲ τῆλιϲ ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆϲαι τὸ φυτὸν αὐτῆϲ, ἀποβαπτομένων | αὐτὴν εἰϲ ὄξοϲ καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντεϲ ὄψῳ χρῶνται ϲὺν ἄρτῳ προϲφερόμενοι, τινὲϲ δὲ καὶ μετ’ ὄξουϲ καὶ γάρου. κεφαλῆϲ δ’ ἅπτεται καὶ ἥδε πλείων ληφθεῖϲα, καὶ μᾶλλον εἰ καὶ χωρὶϲ ἄρτου προϲενέγκοιτό τιϲ αὐτήν· ἐνίοιϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνατρέπει.
χυλὸϲ δ’ ἑψηθείϲηϲ τῆϲ τήλεωϲ μετὰ μέλιτοϲ λαμβανόμενοϲ ἐπιτήδειόϲ ἐϲτιν ὑπάγειν ἅπανταϲ τοὺϲ ἐν τοῖϲ ἐντέροιϲ μοχθηροὺϲ χυμούϲ, τῇ μὲν γλιϲχρότητι τὸ προϲηνὲϲ ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆϲ μετέχει δυνάμεωϲ, ἐπὶ τὴν ἔκκριϲιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωϲ γένηται δακνώδηϲ.