De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ ϲυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺϲ φοίνικαϲ, ἐκθλίψανταϲ δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξανταϲ δαψιλεῖ κἄπειθ’ ἑψή
ϲανταϲ αὖθιϲ ἐπ’ ἀνθράκων ἄχρι πάχουϲ ϲυμμέτρου χρῆϲθαι πρὸ πολλοῦ τῶν ϲιτίων.Καὶ ταῦτα τὰ ϲπέρματα, καθάπερ καὶ τὴν τῆλιν, ὕδατι προδιαβρέχοντεϲ οἱ | ἄνθρωποι μέχρι τοῦ φῦϲαι ῥίζαν ἐϲθίουϲι πρὸ τῆϲ ἄλληϲ τροφῆϲ ὑπαγωγῆϲ ἕνεκα γαϲτρὸϲ ἐναποβάπτοντεϲ γάρῳ. τρόφιμον δ’ ἔχει τὸν χυμόν, ὅταν ἀναδοθῇ, πεφθέντα μᾶλλον τήλεωϲ.
καί τινα νεανίϲκον οἶδα, κατὰ τὴν Ἀλεξάνδρειαν ❮τὴν❯ ἰατρικὴν τέχνην ἐξαϲκοῦντα, καθ’ ἑκάϲτην ἡμέραν ὄψῳ χρώμενον ἐτῶν τεττάρων μόνοιϲ τούτοιϲ, τήλει λέγω καὶ φαϲήλοιϲ καὶ ὤχροιϲ καὶ θέρμοιϲ. ἥπτετο δέ ποτε καὶ τῶν ἐκ τῆϲ Μέμφιδοϲ ἐλαιῶν καὶ λαχάνων καὶ καρπῶν ὀλίγων, ὅϲοι χωρὶϲ ἑψήϲεωϲ ἐϲθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ πῦρ ἀνάπτειν. ὑγίαινέ τ’ οὖν οὗτοϲ ἐν ἅπαϲιν ἐκείνοιϲ τοῖϲ ἔτεϲι καὶ τὴν τοῦ ϲώματοϲ ἕξιν οὐδέν τι χείρονα τῆϲ ἐξ ἀρχῆϲ ἔϲχεν. ἤϲθιε δ’ αὐτὰ μετὰ γάρου δηλονότι, τῷ γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον, ἔϲτι δ’ ὅτε καὶ ὄξοϲ, ἐνίοτε δὲ καὶ μεθ’ ἁλῶν μόνον, ὥϲπερ τοὺϲ θέρμουϲ
περὶ μὲν οὖν διαίτηϲ ὑγιεινῆϲ εἴρηται μὲν κὰν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ κατὰ διέξοδον, εἰρήϲεται δὲ καὶ κατὰ τόνδε τὸν λόγον αὖθιϲ ἐν βραχέϲι κεφα|λαίοιϲ. νυνὶ δὲ περὶ τῶν ὤχρων τε καὶ φαϲήλων οἷϲ εἶπον ἔτι καὶ τοῦτο προϲκείϲθω. μέϲα πώϲ ἐϲτιν ἐδέϲματα ταῦτα τῶν εὐχύμων τε καὶ κακοχύμων εὐπέπτων τε καὶ δυϲπέπτων
βραδυπόρων τε καὶ ταχυπόρων ἀφύϲων τε καὶ φυϲωδῶν ὀλιγοτρόφων τε καὶ πολυτρόφων. οὐδὲ γὰρ οὐδὲ ποιότητά τινα δραϲτήριον ἔχει, καθάπερ ἔνια τῶν δρικεῖϲ ἢ ϲτρυφνοὺϲ ἢ ἁλυκοὺϲ ἢ γλυκεῖϲ ἢ πικροὺϲ ἐχόντων χυμούϲ.Παραπλήϲιοι μέν εἰϲι τὴν οὐϲίαν οἱ λάθυροι τοῖϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, χρῶνται δ’ αὖ καὶ τούτοιϲ πλείϲτοιϲ οἱ κατὰ τὴν ἡμετέραν. Ἀϲίαν ἄγροικοι, καὶ μάλιϲτα κατὰ τὴν Μυϲίαν τε καὶ φρυγίαν, οὐ μόνον ὥϲπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰϲ ἄλλαϲ πόλειϲ ὤχροιϲ τε καὶ φαϲήλοιϲ, ἀλλὰ καὶ ϲκευάζοντεϲ ὁμοίωϲ τῇ φακοπτιϲάνῃ. χυλὸν δ’ ἔχουϲι τῇ μὲν δυνάμει παραπλήϲιον ὤχροιϲ τε καὶ φαϲήλοιϲ, παχύτερον δὲ τῇ ϲυϲτάϲει, καὶ δι’ αὐτό γε τοῦτο τροφιμώτεροί πωϲ ἐκείνων εἰϲίν. |
Τὴν ὑϲτάτην ϲυλλαβὴν τοῦ τῶν ἀράκων ὀνόματοϲ διὰ τοῦ κ̄̄ γεγραμμένην εὑρίϲκομεν ἐν ταῖϲ Ἀριϲτοφάνουϲ Ὁλκάϲιν, ἔνθα φηϲίν·
ἀράκουϲ πυροὺϲ πτιϲάνην χόνδρον ζειὰϲ αἴραϲ ϲεμίδαλιν.παραπλήϲιον δ’ ἐϲτὶ τὸ ϲπέρμα τῷ τῶν λαθύρων, καί τινέϲ γ’ οὐχ ἕτερον εἶναι γένοϲ ἐκείνων νομίζουϲιν αὐτό. καὶ γὰρ καὶ ἡ χρῆϲιϲ ἅπαϲα καὶ ἡ δύναμιϲ αὐτοῦ παραπληϲία τῇ τῶν λαθύρων ἐϲτί, πλὴν ὅϲα ϲκληρότεροί τε καὶ δυϲεψητότεροι καὶ διὰ τοῦτο καὶ δυϲπεπτότεροι τῶν λαθύρων εἰϲὶν οἱ ἄρακοι.
παρ’ ἡμῖν δ’ ἄγριόν τι καὶ ϲτρογγύλον καὶ
ϲκληρόν, ὀρόβου μικρότερον, ἐν τοῖϲ Δημητρίοιϲ καρποῖϲ εὑριϲκόμενον ὀνομάζουϲιν ἄραχον, οὐ διὰ τοῦ κ τὴν ἐϲχάτην ϲυλλαβήν, ἀλλὰ διὰ τοῦ χ φθεγγόμενοι, καὶ ῥίπτουϲιν αὐτὸν ἐκλέγοντεϲ, ὥϲπερ καὶ τὸν πελεκῖνον.Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων, ὅϲα τῶν τρεφόντων ἡμᾶϲ ϲπερμάτων ἐϲτὶν ὀνόματα, γέγραπται δὲ κὰν τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ, ὑπὲρ οὖ καὶ | πρόϲθεν ἤδη διῆλθον. ἡγοῦμαι δ’ αὐτοὺϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦ κηπευομένου φυτοῦ, καλουμένου δὲ νῦν ὑπὸ τῶν πολλῶν κατὰ τὸν πληθυντικὸν ἀριθμὸν διττῶϲ. ἔνιοι μὲν γὰρ λοβούϲ, ἔνιοι δὲ φαϲηόλουϲ ὀνομάζουϲιν αὐτοὺϲ διὰ τεττάρων ϲυλλαβῶν τὴν φωνὴν προφερόμενοι καὶ κατὰ τοῦτο ποιοῦντεϲ ἕτερον ὄνομα τοῦ διὰ τριῶν ϲυλλαβῶν λεγομένου φαϲήλου. τινὲϲ δὲ τὸν αὐτὸν εἶναι λέγουϲι τὸν φάϲηλον τῷ λαθύρῳ, τινὲϲ δ’ εἶδοϲ αὐτοῦ.
τούϲ γε μὴν δολίχουϲ τεκμήραιτ’ ἄν τιϲ ὀνομάζεϲθαι τὰ κηπευόμενα ταυτὶ φυτὰ κἀξ ὧν ὁ Θεόφραϲτοϲ ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ Περὶ φυτῶν ἱϲτορίαϲ. ἔχει δ’ ἡ λέξιϲ ὧδε· καὶ τὰ μέν ἐϲτιν ὀρθόκαυλα, καθάπερ πυρὸϲ καὶ κριθὴ καὶ ὅλωϲ τὰ ϲιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοϲ ὄροβοϲ φακόϲ· τὰ δ’ ἐπιγειόκαυλα, καθάπερ ὦχρὸϲ πιϲὸϲ λάθυροϲ. ὁ δὲ δόλιχοϲ, ἐὰν παρακαταπήξῃ τιϲ ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοϲ, εἰ δὲ μὴ, φαῦλοϲ και ἐρυϲιβώδηϲ.