De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Πολλὴ καὶ τούτων ἐϲτὶν ἡ χρῆϲιϲ, ἔτνουϲ ἐξ αὐτῶν ϲκευαζομένου τοῦ τ’ ἐν ταῖϲ χύτραιϲ ὑγροῦ καὶ τοῦ παχέοϲ ἐν ταῖϲ λοπάϲι. καὶ τρίτη δέ τίϲ ἐϲτιν αὐτοῦ ϲκευαϲία μετὰ πτιϲάνηϲ μιγνυμένου. καὶ πλείϲτῳ γε τούτῳ τῷ ἐδέϲματι καθ’ ἑκάϲτην ἡμέραν οἱ παρ’ ἡμῖν μονομάχοι χρῶνται, ϲαρκοῦντι τὴν τοῦ ϲώματοϲ ἕξιν, οὐκ ἐϲφιγμένῃ καὶ πυκνῇ ϲαρκί, καθάπερ τὸ χοίρειον κρέαϲ, ἀλλὰ χαυνοτέρα πωϲ μᾶλλον.

φυϲῶδεϲ δ’ ἐϲτὶν ἔδεϲμα, κἂν ἐπὶ πλεῖϲτον ἑψηθῇ κἂν ὁπωϲοῦν ϲκευαϲθῇ, τῆϲ πτιϲάνηϲ ἀποτιθεμένηϲ ἅπαν τὸ φυϲῶδεϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ. τοῖϲ δὲ προϲέχουϲι τὸν νοῦν καὶ παρακολουθοῦϲι | ταῖϲ ἑπομέναιϲ ἑκάϲτῳ τῶν ἐδεϲμάτων διαθέϲεϲιν αἴϲθηϲιϲ γίγνεται καθ’ ὅλον τὸ ϲῶμα τάϲεώϲ τινοϲ ὡϲ ὑπὸ πνεύματοϲ φυϲώδουϲ, καὶ μάλιϲθ’ ὅταν ἀήθηϲ τιϲ ᾔ τούτου τοῦ βρώματοϲ ἢ μὴ καλῶϲ ἡψημένον προϲενέγκηται.

τὴν δ’ οὐϲίαν οὐ. πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην ἔχουϲιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουϲαν ὁμοίωϲ τῇ πτιϲάνῃ. φαίνεται γοῦν ἐναργῶϲ τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον ἀποϲμῶντα τοῦ δέρματοϲ, ὃ κατανοήϲαντεϲ οἵ τ’ ἀνδραποδοκάπηλοι καὶ αἱ γυναῖκεϲ ὁϲημέραι χρῶνται τῷ τῶν κυάμων ἀλεύρῳ λουόμεναι, καθάπερ ἄλλαι νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ ὅλωϲ τοῖϲ ῥυπτικοῖϲ. ἐπιχρίουϲι δὲ καὶ τὰ πρόϲωπον αὐτῷ παραπληϲίωϲ τῇ πτιϲάνῃ. καὶ γὰρ τοὺϲ ἐπιπολῆϲ

φακοὺϲ ἀποκαθαίρει καὶ τὴν ὀνομαζομένην ἔφηλιν. διὰ ταύτην οὖν τὴν. δύναμιν οὐδ’ ἐν τῇ κατὰ γαϲτέρα διεξόδῳ βραδύνει, καθάπερ ὅϲα παχύχυμα καὶ γλίϲχρα καὶ μηδεμίαν ἔχοντα δύναμιν ῥυπτικήν, ὁποῖα ἔφαμεν εἶναι χόνδρον καὶ τράγον καὶ ϲεμίδαλιν καὶ ἄμυλον.

ὄντοϲ δὲ τοῦ τῶν κυάμων ἔτνουϲ φυϲώδουϲ, ἔτι καὶ μᾶλλον, ὅταν ὁλοκλήρουϲ τιϲ | αὐτοὺϲ ἑψήϲαϲ χρῆται, φυϲώδειϲ γίγνονται. φρυγέντεϲ μέντοι (καὶ γὰρ καὶ οὕτωϲ αὐτοὺϲ ἐϲθίουϲιν ἐν χώρᾳ τραγημάτων ἔνιοι) τὸ μὲν φυϲῶδεϲ ἀποτίθενται, δυϲπεπτότεροι δὲ καὶ βραδυπόροι γίγνονται καὶ παχὺν χυμὸν εἰϲ τροφὴν ἀναδιδόαϲι τῷ ϲώματι. χλωροὶ δ’ ἐϲθιόμενοι πρὶν πεπανθῆναί τε καὶ ξηρανθῆναι τὸ κοινὸν ἁπάντων ἔχουϲι τῶν καρπῶν, ὅϲουϲ πρὸ τοῦ τελειωθῆναι προϲφερόμεθα, τροφὴν ὑγροτέραν διδόντεϲ τῷ ϲώματι καὶ διὰ τοῦτο περιττωματικωτέραν οὐ κατ’ ἔντερον μόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν ἕξιν. εἰκότωϲ οὖν οἱ τοιοῦτοι τρέφουϲι μὲν ἧττον, ὑποχωροῦϲι δὲ μᾶλλον.

οὐ μόναν δ’ ὠμοὺϲ ἐϲθίουϲιν τοὺϲ χλωροὺϲ τῶν κυάμων οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεϲ, ὥϲπερ τὰ λάχανα, κατὰ δὲ τοὺϲ ἀγροὺϲ καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ἠϲθημένοι δ’ αὐτῶν τοῦ φυϲώδουϲ οἱ ἄνθρωποι μιγνύουϲι κρομύων, ὅταν ἐν λοπάδι ϲκευάζωϲιν ἐξ αὐτῶν ἔτνοϲ. ἔνιοι δὲ καὶ χωρὶϲ τοῦ ϲυνέψειν ὠμὰ τὰ κρόμυα προϲφέρονται μετ’ αὐτοῦ. | τὸ γάρ τοι φυϲῶδεϲ ἐν ἅπαϲι τοῖϲ ἐδέϲμαϲιν ὑπὸ τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἐπανορθοῦται.

Ὁ Αἰγύπτιοϲ κύαμοϲ, ὥϲπερ τῷ μεγέθει διενήνοχε πολὺ τοῦ παρ’ ἡμῖν, οὕτω καὶ τὴν φύϲιν ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἔχει.

εἴπερ οὖν μέμνηϲαι τὰ περὶ τῶν ὁμογενῶν μέν, ὑγροτέρων δὲ τῇ κράϲει καὶ διὰ τοῦτο περιττωματικωτέρων εἰρημένα κατά τε πέψιν καὶ διαχώρηϲιν καὶ ἀνάδοϲιν καὶ θρέψιν, οὐκέτι δέῃ περὶ τούτου τοῦ κυάμου νῦν ἀκούειν, ἐξ ὧν ἐπὶ τοῦ παρ’ ἡμῖν ἀκήκοαϲ ἐπ’ ἐκεῖνον. μεταβαίνειν δυνάμενοϲ.

Οἱ πιϲοὶ παραπλήϲιόν τι κατὰ τὴν ὅλην οὐϲίαν ἔχοντεϲ κυάμοιϲ ἐϲθιόμενοί τε κατὰ τοὺϲ αὐτοὺϲ τρόπουϲ ἐν δυϲὶ τοῖϲδε παραλλάττουϲιν, ὅτι τε φυϲώδειϲ οὐκ εἰϲὶν ὁμοίωϲ τοῖϲ κυάμοιϲ ὅτι τε τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουϲι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαϲτέρα τῶν κυάμων εἰϲίν.

Ἔτνοϲ μὲν οὐ πάνυ τι δι’ ἔθουϲ ἐϲτὶ τοῖϲ κατὰ τὰϲ πόλειϲ ἁνθρώποιϲ ἐξ ἐρεβίνθων ποιεῖϲθαι, | κατὰ τοὺϲ ἀγροὺϲ δὲ καὶ τοῦτ’ εἶδον ἐνίοτε γιγνόμενον, ὥϲπερ γε καὶ μετὰ γάλακτοϲ ἑψόμενον αὐτῶν τὸ ἄλευρον. οὐδὲ γὰρ ἐπιδέχονται τὴν αὐτὴν τοῖϲ κυάμοιϲ τε καὶ πιϲοῖϲ θραῦϲιν, ὡϲ τὸν καλούμενον ἐρεγμὸν ἐξ αὐτῶν γενέϲθαι. εἰθιϲμένοι δ’ εἰϲὶν ἐν τοῖϲ πολλοῖϲ ἔθνεϲιν ἑψηθένταϲ ἐν ὕδατι τοὺϲ ἐρελίνθουϲ ἐϲθίειν, ἔνιοι μὲν αὐτοὺϲ μόνουϲ ψιλούϲ, ἔνιοι δ’ ἁλϲὶ μετρίοιϲ ἡδύνοντεϲ. οἱ παρ’ ἡμῖν δὲ παραπλήϲιον ἀλεύρῳ τι ποιοῦντεϲ ἐκ τῶν ξηρῶν τυρῶν ἐκείνῳ περιπάττουϲιν αὐτούϲ.

ἔϲτι δ’ οὐχ ἧττον κυάμων ἔδεϲμα φυϲῶδεϲ ἐρέβινθοϲ, ἰϲχυρότερον δ’ ἐκείνων τρέφων, ἐπεγείρειν δὲ καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ πεπιϲτευμένοϲ ἅμα τῷ καὶ ϲπέρματοϲ εἶναι γεννητικόϲ· ὥϲτε καὶ τοῖϲ ὀχευταῖϲ ἵπποιϲ ἐϲθίειν αὐτοὺϲ ἕνεκα τούτου διδόαϲιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιϲ αὐτοῖϲ ἐπὶ

πλέον ἢ τοῖϲ κυάμοιϲ, ὥϲτε τινὲϲ ἐξ αὐτῶν καὶ τοὺϲ ἐν νεφροῖϲ ϲυνιϲταμένουϲ λίθουϲ ἐναργῶϲ θρύπτουϲι· μέλανεϲ δ’ εἰϲὶν οὗτοι καὶ μικροὶ κατὰ βιθυνίαν μάλιϲτα γεννώμενοι καὶ καλοῦνται κριοί. βέλτιον δὲ τὸν χυλὸν αὐτῶν μόνον πίνειν ἕψονταϲ ἐν ὕδατι.