Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην[*](ἀνατεθησομένην Reiske: ἀναθησομένην codd.) εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους[*](ὑμετέρους (coll. 44) Blass: ὑμᾶς codd.) Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον,[*](Φείδιππον Bergk: Φίλιππον codd.) ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην[*](Βηρισάδην Ald.: Βιρισάδην codd.: Παιρισάδην Thalheim.) καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου[*](ἐκ τοῦ Πόντου Baiter: ἐκ τούτων codd.: ἐχθίστους Ald.) τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι[*](μέδιμνοι Gibbon: μόδιοι codd.) τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι[*](ὅποι Ν: ὅπῃ Α.) καταφύγῃ αὐτίκα φήσοντι εἶναι;
ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν[*](τὸν add. Baiter.) τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ.[*](κατίῃ Ν: κατίοι Α.) καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι.