Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; εἶτα,[*](εἶτα add. Gebauer.) πρὸς τῆς Ἀθηνᾶς, οἴεσθʼ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δʼ εἴκοσι τάλαντʼ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δʼ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις;
πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν[*](τὰς τῶν Α: τὰς κατὰ τῶν Ν.) ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις[*](γιγνομέναις Blass: γενομέναις codd.) ἔνοχος καθέστηκεν,