Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν[*](τῶν om. A.) φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ἢ ποίων νόμων οὐκ εἴληφεν ἀργύριον;
εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθʼ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθʼ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δʼ ἀποδόμενος οὐκ ἐβεβαίου;