Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
οἱ δὲ πείσαντος[*](πείσαντος Blass: πείσαντες codd.) ἐξελθεῖν ὑμῶν τοὺς προγόνους Κεφάλου τοῦ τὸ[*](τοῦ τὸ Blass: τούτου codd.: τοῦτο τὸ Bekker.) ψήφισμα γράψαντος, ὃς οὐ καταπλαγεὶς τὴν Λακεδαιμονίων δύναμιν, οὐδὲ λογισάμενος ὅτι τὸ κινδυνεύειν καὶ τὸ γράφειν ὑπὲρ τῆς πόλεως ἐπισφαλές ἐστιν, ἔγραψεν ἐξιέναι βοηθήσοντας Ἀθηναίους τοῖς κατειληφόσι τῶν φυγάδων Θήβας· καὶ ἐξελθόντων ἐκεῖσε τῶν ὑμετέρων πατέρων ὀλίγαις ἡμέραις ἐξεβλήθη ὁ τῶν[*](τῶν om. N.) Λακεδαιμονίων φρούραρχος, ἠλευθέρωντο[*](ἠλευθέρωντο Bekker: ἠλευθεροῦντο codd.) Θηβαῖοι, διεπέπρακτο ἡ πόλις ἡ ὑμετέρα ἄξια τῶν προγόνων.
ἐκεῖνοι ἦσαν, ἐκεῖνοι, ὦ Ἀθηναῖοι, ἄξιοι σύμβουλοι καὶ ἡγεμόνες ὑμῶν καὶ τοῦ δήμου· μὰ Δίʼ οὐ τὰ τοιαῦτα κινάδη, οἳ πεποιήκασι μὲν οὐδὲν οὐδὲ πράξουσιν ἀγαθὸν ὑπὲρ τῆς πόλεως, τὴν δὲ αὑτῶν ἀσφάλειαν τηροῦντες καὶ πανταχόθεν[*](πανταχόθεν Blass: πάντοθεν codd.) ἀργυριζόμενοι καὶ πεποιηκότες τὴν πόλιν ἀδοξοτέραν ἑαυτῶν, καὶ νῦν εἰλημμένοι δῶρα καθʼ ὑμῶν εἰληφότες, παρακρούονται ὑμᾶς, καὶ ἀξιοῦσι τοιοῦτοι γεγενημένοι περὶ τῆς ἑαυτῶν πλεονεξίας παραγγέλλειν. οὓς χρῆν[*](χρῆν Bekker: χρὴ codd.) τεθνάναι πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα,[*](πάλαι κατὰ τὸ ἑαυτῶν ψήφισμα Ν: κατὰ τὸ ἑαυτῶν ψήφισμα πάλαι Α.) τοιαῦτα διαπεπραγμένους.