Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων
  2. ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις.
  3. ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην.
  4. ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα
  5. ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·
  6. καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη
  7. οὔρεσιν ἐνθρέφθεντα πόροις ἀπὸ σίνεα κόψας,
  8. ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα, τοῖά περ ὧραι
  9. εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,
  10. ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος
  11. κεῖνο φυτὸν Κρήτηθεν, ὃ δή ῥ’ ἐκόμισσαν ἄναυροι· 235