Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- αὐτὰρ ὃ μηκάζει μανίης ὕπο μυρία φλύζων,
- δηθάκι δ’ ἀχθόμενος βοάᾳ, ἅ τις ἐμπελάδην φὼς
- ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθεὶς,
- ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης
- εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις
- μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν
- Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαῖωσιν ὑλαγμόν·
- ὣς ὃ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται
- ὠρυδὸν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων
- θήγει λευκὸν ὀδόντα, παραφρίζει δὲ χαλινοῖς.
- Τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιάξας