Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας
- ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχὼ
- σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων.
- καί τε σύ γ’ ἢ ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων
- παῦρα λίπος στάξειας ἀνοιγομένος στομάτεσσιν,
- ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλὰς
- ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι
- ἀσφαλέως, πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.
- Τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμὰς
- οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας
- χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει