Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. δήποτε δ’ ἰρινέου θυέος μετρηδὸν ὀρέξαις
  2. σίλφιά τ’ ἐνθρυφθέντα μετ’ ἀργήεντος ἐλαίου·
  3. ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος
  4. ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.
  5. Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις
  6. τοξικῷ εὖτ’ ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.
  7. Τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη
  8. οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει·
  9. ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα’
  10. πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα
  11. ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ,