Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Μὴ μὲν, κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ,
  2. κεῖνο ποτὸν δέξαιτο, χυτῇ ἐναλίγκια πίσσῃ·
  3. πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς
  4. οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.
  5. Αἳ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμὸν
  6. τεύχουσιν, τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·
  7. ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδὺς
  8. ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι,
  9. θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός ·
  10. αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτὸς
  11. ἄψυχος πεδάει· ὃ δ’ ἀελπέα δάμναται ἄταις,