Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη
- Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.
- πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς
- Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·
- καί τε σύ γ’ ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου
- ἢ πτελέης, ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,
- κόμμινά τε χλιόωντι ποτῷ ἐπαρωγέα τήξαις,
- ὄφρα τὰ μέν τ’ ἐρύγῃσι, τὰ δ’ ἑψητοῖσι δαμασθεὶς
- ἀλθήσῃ ὑδάτεσσιν, ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς.
- καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος, ἄλλοτε δ’ οἴνης
- πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.