Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου
- ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.
- Τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις
- ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,
- νηστείρης Δῃοῦς μορόεν ποτόν, ᾧ ποτε Δῃὼ
- λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος
- Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.
- δήποτε δ’ ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ
- ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,
- ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,
- ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,