Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις.
- πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·
- ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην
- θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο
- κόλποις ἰκμήνειας· ὃ γάρ τ’ ἀναδέξεται ἰλύν.
- καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου
- σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει,
- Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,
- αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,
- ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,
- Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης.