Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;
  2. ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
  3. ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον
  4. προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
  5. μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
Γυνὴ Α
  1. ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
  2. ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
Πραξάγορα
  1. ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη
  2. τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
  3. τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
  4. δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν.