Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἤκουσά τοι
- ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
- ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
- Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,
- τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,
- ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.
- καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
- προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
- οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν
- τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
- ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.