Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- στοάς τε καρποῦ Βακχίου τε νάματος
- πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
- καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
- ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
- ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
- ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
- καίτοι πρὸς ὄρθρον γʼ ἐστίν· ἡ δʼ ἐκκλησία
- αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας,
- ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι,
- δεῖ τὰς ἑτέρας πως κἀγκαθεζομένας λαθεῖν.
- τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους