Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·
  2. βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
  3. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
  4. μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
  5. τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ
  6. ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
  7. ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
  8. σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία
  9. τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
  10. χρήματα πορίζειν εὐπορώτατον γυνή,
  11. ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·