Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
  2. ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,
  3. εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
  4. εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
  5. καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ·
  6. ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ·
  7. τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ·
  8. πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ·
  9. τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ·
  10. μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ·
  11. αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·