Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
- τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι,
- εὐδαιμονοῦντες τὸν βίον διάξετε.
- εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
- πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;
- ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·
- ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
- οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·
- καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
- αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
- ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,