Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,
  2. τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
  3. ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.
  4. ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
  5. ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
  6. ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
Γυνὴ Α
  1. εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.
Γυνὴ Β
  1. λέγε λέγʼ ὦγαθέ.
Πραξάγορα
  1. ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
  2. ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια
  3. βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον