Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,
  2. τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
  3. Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·
  4. νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
  5. Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός·
  6. σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται
  7. Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
Γυνὴ Α
  1. ὡς ξυνετὸς ἁνήρ.
Πραξάγορα
  1. νῦν καλῶς ἐπῄνεσας.
  2. ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.
  3. τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα