Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι—
- γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
- διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
- ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
- ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί·
- αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ
- τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
- τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
- ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
- ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω
- τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.