Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
  2. ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν
  3. χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
  4. ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.
  5. χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
  6. οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
  7. τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.
  8. ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα
  9. οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον
  10. πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων
  11. ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,