Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
- μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
- τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
- μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
- καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
- ὢ νὴ τὸν Ἀπόλλω.
- παῦε τοίνυν, ὡς ἐγὼ
- ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα
- τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
- φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
- οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.