Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νὴ τὸν Δίʼ ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
- δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
- ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν;
- ἐγώ.
- ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
- ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
- διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
- ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
- λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος·
- νῦν δʼ οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
- ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν