Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·
- τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
- μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις·
- ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
- σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
- κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
- πειρωμέναισι πλησίον παραστατεῖς,
- λορδουμένων τε σωμάτων ἐπιστάτην
- ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
- μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
- λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·