Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
  2. αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
  3. ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
  4. ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
  5. κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
  6. κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
  7. κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
  8. κᾆθʼ εἷλκον αὐτόν.
Βδελυκλέων
  1. ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
Φιλοκλέων
  1. ὅ τι;
  2. ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·
  3. ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.
Βδελυκλέων
  1. ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
Φιλοκλέων
  1. οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.
Βδελυκλέων
  1. ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.