Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.
  2. ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
  3. δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
  4. κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
  5. αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
  6. ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
Βδελυκλέων
  1. ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
  2. ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
  3. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
  4. παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Φιλοκλέων
  1. σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
  2. ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
Βδελυκλέων
  1. καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
  2. ῥοφεῖν, ἐὰν δέῃ τι.
Φιλοκλέων
  1. τοῦτʼ αὖ δεξιόν·