Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
  2. οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Φιλοκλέων
  1. τουτί μʼ ἀρέσκει.
Βδελυκλέων
  1. πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
  2. λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
  3. δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων
  1. πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
  2. ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
Βδελυκλέων
  1. πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
  2. ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
  3. μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλέων
  1. ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
  2. τὸν μισθὸν ὁπόθεν λήψομαι.
Βδελυκλέων
  1. παρʼ ἐμοῦ.
Φιλοκλέων
  1. καλῶς,