Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ξυλλαμβάνει τοῦ πράγματος,
- καὶ δῆλός ἐστιν εὖ ποιῶν·
- σὺ δὲ παρὼν δέχου.
- καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
- ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
- λείχειν, χλαῖναν μαλακήν, σισύραν,
- πόρνην, ἥτις τὸ πέος τρίψει
- καὶ τὴν ὀσφῦν.
- ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
- τοῦτʼ οὐ δύναταί με προσέσθαι.
- νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
- τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
- λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
- ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
- νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται