Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ σωφρονεῖ μέντοι μεθιστὰς
  2. ἐς τὸ λοιπὸν τὸν τρόπον
  3. πιθόμενός τέ σοι.
Φιλοκλέων
  1. ἰώ μοί μοι.
Βδελυκλέων
  1. οὗτος τί βοᾷς;
Φιλοκλέων
  1. μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
  2. κείνων ἔραμαι, κεῖθι γενοίμαν,
  3. ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼ
  4. κἀπισταίην ἐπὶ τοῖς κημοῖς
  5. ψηφιζομένων ὁ τελευταῖος.
  6. σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
  7. πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
  8. μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
  9. κλέπτοντα Κλέωνα λάβοιμι.
Βδελυκλέων
  1. ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.