Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ
  2. βόσκειν ἐθέλων καὶ μὴ τούτους
  3. ἐγχάσκειν σοι στομφάζοντας.
  4. καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
  5. ὅ τι βούλει σοι,
  6. πλὴν κωλακρέτου γάλα πίνειν.
Χορός
  1. ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
  2. οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
  3. ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
  4. ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
Χορός
  1. πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
  2. μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
  3. εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
  4. εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
  5. σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς