Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον·
- καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,
- τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
- κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
- πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
- τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
- ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
- ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
- γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
- οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.