Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μὰ Δίʼ οὐ μέντοι.
- καὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα;
- ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
- ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς
- ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
- κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
- ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
- δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.
- σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
- οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον