Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. χαλεπὸν νεανίᾳ
  2. μὴ πρὸς ἐμοῦ λέγοντι.
Χορός
  1. πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
  2. ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
Βδελυκλέων
  1. χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς
  2. ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
  3. ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —
Φιλοκλέων
  1. παῦσαι καὶ μὴ πατέριζε.
  2. εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,
  3. οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.