Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
  2. δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
Βδελυκλέων
  1. νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
  2. ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
  3. ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
Φιλοκλέων
  1. ἐξαμαρτάνω δικάζων;
Βδελυκλέων
  1. καταγελώμενος μὲν οὖν
  2. οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
  3. ἀλλὰ δουλεύων λέληθας.
Φιλοκλέων
  1. παῦε δουλείαν λέγων,