Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅστις ἄρχω τῶν ἁπάντων.
Βδελυκλέων
  1. οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
  2. οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
  3. ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
Φιλοκλέων
  1. πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
Βδελυκλέων
  1. καὶ μὴν ἐγώ.
  2. ἄφετέ νυν ἅπαντες αὐτόν.
Φιλοκλέων
  1. καὶ ξίφος γέ μοι δότε.
  2. ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
Βδελυκλέων
  1. εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;